Παρακλητικός Κανόνας των εν Πόντω Αγίων

2021-05-22

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

ΕΙΣ ΠΑΝΤΑΣ ΤΟΥΣ ΕΝ ΠΟΝΤΩ ΑΓΙΟΥΣ

* * *

Μετὰ τό, Εὐλογητός, ὁ ψαλμὸς (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου. Εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.

Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος·καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.

Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.

Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπεν τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.

Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον.

Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.

Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ τὰ Τροπάρια

῏Ηχος δ΄. ῾Ο ῾Υψωθείς.

Τὴν ἀναρίθμητον πληθὺν τῶν ῾Αγίων,

τῶν ἐν τῷ Πόντῳ βιωσάντων ἐνθέως,

τιμήσωμεν ἐν ᾄσμασι βοῶντες πρὸς αὐτούς·

οἱ βυθῷ ποντίσαντες, τοῦ Χριστοῦ τῇ δυνάμει,

Φαραὼ ἀλάστορα, καὶ ᾿Εδὲμ νῦν οἰκοῦντες,

ὑπὲρ ἡμῶν πρεσβεύετε ἀεί,

χάριν διδόντες, Κυρίου φιλάδελφοι.


Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε,

τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι,

εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,

τὶς ἡμᾶς ἐῥῤύσατο ἐκ τοσούτων κινδύνων,

τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους,

οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ,

σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Εἶτα ὁ Ν΄ ψαλμός·

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός.

Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιόν μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ.

Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.

Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα κανὼν, οὗἀκροστιχίς:

"Ποντίσατέ μοι Φαραώ, ὦ ῞Αγιοι τοῦ Πόντου. ᾿Α(θανάσιος)".


᾿Ωδὴ α΄. ῏Ηχος πλ. δ΄. ῾Υγρὰν διοδεύσας ὡσεὶ ξηράν.

Παθῶν ποντουμένους τῶν πειρασμῶν,

καὶ γνόφῳ ζοφώδει, σκοτουμένους ἀσθενειῶν,

ἐξέλεσθε ῞Αγιοι τοῦ Πόντου,

τοὺς τὴν ὑμῶν αἰτουμένους βοήθειαν.


Οἱ νοῦν ἐσχηκότες χριστοειδῆ,

ἡμᾶς βαπτομένους,

ἐν τοῖς κύμασι λογισμῶν,

λυτρώσασθε ῞Αγιοι τοῦ Πόντου,

ὡς βυθιζόμενον Πέτρον ὁ Κύριος.


Νοσοῦντες τὸ σῶμα καὶ τὴν ψυχήν,

ἐλπίδα βεβαίαν,

οὐ κεκτήμεθα παντελῶς,

διὸ πρὸς ὑμᾶς εὐελεπιστοῦντες,

῞Αγιοι Πόντου ἐν πίστει προστρέχομεν.


Θεοτοκίον

Τὸ ὄρος εὑροῦσα τοῦ Σουμελᾶ,

ὡς θρόνον Παρθένε,

κατευλόγεις βασιλικῶς,

Ποντίους τὸ πάλαι καὶ νῦν οὖσα,

ἐν τῷ Βερμίῳ ἡμᾶς ἐπευλόγησον.


᾿Ωδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Σηπεδόνος τῆς πλάνης,

ὡς ἰατρὸς ἄριστος,

Πόντον μαθητὰ τοῦ Κυρίου,

σοφῶς ἀπήλλαξας,

διὸ Πρωτόκλητε,

πάντας Ποντίους εὐλόγει,

σαῖς σεπταῖς δεήσεσι,

πρὸς τὸν Φιλάνθρωπον.


᾿Ακαθέκτως ὁρμήσας,

εἰδωλικὴν σκότωσιν,

Νεοκαισαρείας ὁ στύλος,

θεῖε Γρηγόριε,

πόῤῥω ἐδίωξας,

Σταυρὸν Χριστοῦ καταπήξας,

δι᾿ οὗ αὖθις τρόπωσον,

᾿Ισλὰμ τὴν ζόφωσιν.


Τετρακτὺς ἀθλοφόρων,

χριστοστεφὲς ἄθροισμα,

οἱ τῷ Εὐγενίῳ τῷ πάνυ,

συμμαρτυρήσαντες,

καὶ εὐλογήσαντες,

ἐν Τραπεζοῦντι τὸν Πόντον,

πᾶσιν ἑτοιμάσατε,

τράπεζαν ἄφθαρτον.


Θεοτοκίον

᾿Εν Μονῇ σου Παρθένε, τοῦ Σουμελᾶ σήμερον,

βδέλυγμα κρατεῖ ἀναιδείᾳ, τῆς ἐρημώσεως,

ὅθεν ἀνάστησον, τὴν πεπτωκυῖαν σκηνήν σου,

οἶκον ὁσιότητος, ταύτην δεικνύουσα.


Διάσωσον, πληθὺς Ποντίων ῾Αγίων σὴν κληρουχίαν,

ἀπὸ πάσης ἐπιβουλῆς δεινῆς τοῦ ἀλάστορος,

καὶ δὸς πατρίδι σου εὐχαῖς, πάλιν ἐλευθερίαν.


᾿Επίβλεψον, ἐν εὐμενείᾳ οἶκόν σου Κόρη,

ὦ ῾Αγνὴ Θεοτόκε Σουμελιώτισσα,

καὶ αὖθις σκῆνος προσευχῆς,

δεῖξον τοῦτον σαῖς ἱκεσίαις.


Κάθισμα. ῏Ηχος β΄. Πρεσβεία θερμή.

῾Ως σμῆνος Χριστοῦ,

῾Αγνὴν Σουμελιώτισσαν,

῾Αγίων πληθύς,

Ποντίων ὡς βασίλισσαν,

ἐν τῷ μέσῳ ἔχοντες,

ἁγιότητος μέλι εἰργάσασθε,

διὸ ὑψόθεν ταῖς εὐχαῖς,

ἡμᾶς καλῶς νῦν ἐκθρέψατε.


᾿Ωδὴ δ΄. Εἰσακήκοα, Κύριε.

Μοναζόντων συστήματα,

οἱ ἐν ἐρημίαις Πόντου ἀσκήσαντες,

ἐπὶ τοῦτον ἐπιβλέψατε,

καὶ Μονὰς ἐρήμους ἀναστήσατε.


Οἱ ἐν Πόντῳ ἀθλήσαντες,

ποταμοῖς αἱμάτων πλάνην βυθίσατε,

τὴν ὡς Κύριος ἠθέλησε,

νῦν ἐν τῇ πατρίδι βασιλεύουσαν.


῾Ιεράρχαι χριστόψυχοι,

ἴδετε Κυρίου θεῖα σκηνώματα,

ἐν τῷ Πόντῳ μιαινόμενα,

καὶ ταχέως ταῦτα ἁγιάσατε.


Θεοτοκίον

Φῶς ἡ τέξασα Δέσποινα,

τέκνα σου ἐν Πόντῳ φόβῳ κρυπτόμενα,

καταξίωσον τὸν Κύριον,

ἐν φωτὶ λατρεῦσαι ὡς τὸ πρότερον.


᾿Ωδὴ ε΄. Φώτισον ἡμᾶς.

Αἵματα Χριστέ,

τῶν σφαγέντων δι᾿ ἀγάπην σου,

βοῶντα ἄκουσον καὶ τάχυνον,

Πόντον πάλιν,

τῆς δουλείας ἐκλυτρώσασθαι.


῾Ρήματα ζωῆς,

νῦν ἐν Πόντῳ οὐκ ἀκούονται,

῾Ιεραρχῶν χριστοσαλπίγγων σου,

ὅθεν Σῶτερ,

ὥσπερ οἶδας τάχει ποίησον.


῎Αδοντες ᾠδήν,

ἐν τῇ ἄνω Πόλει Μάρτυρες,

τοῦ ὀδυρμοῦ μὴ ἐπιλάθεσθε,

κάτω πατρίδος,

Πόντου ὑμᾶς ἀναθρέψαντος.


Θεοτοκίον

῞Ωρᾳ τῆς φρικτῆς, παγκοσμίου Μῆτερ κρίσεως,

ψυχῶν Ποντίων ὑπεράσπισον, κατασφαγέντων,

διὰ πίστιν τὴν ὀρθόδοξον.


᾿Ωδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.

῾Ωράϊσαι, Θεοδώρου μάρτυρος,

Βασιλίσκου τε ἀθλήσει ὦ Πόντε,

καὶ τῆς σεπτῆς, ξυνωρίδος συνάθλων,

τοῦ Κλεονίκου κλεινοῦ Εὐτροπίου τε,

οὓς πρέσβεις φέρε πρὸς Θεόν, ὅπως λάμψῃ καὶ αὖθις ἀλήθεια.


᾿Αγλάϊσμα, Πιτυοῦντος πέφυκεν,

ὁ Χρυσόστομος πατὴρ ᾿Ιωάννης,

ἐξορισθείς, δι᾿ ἀγάπην Κυρίου,

καὶ ἐν τῷ Πόντῳ τελέσας τὴν ἄθλησιν,

πρεσβεύει δὲ ἐν οὐρανοῖς,

τὰ τροφεῖα ταφῆς διδοὺς πλούσια.


Γεώργιε, Περιστερώτα ἵππαρχε,

τί τὸν ἵππον οὐ λαμβάνεις καὶ δόρυ,

ὅπως γοργῶς, τῆς ἐνδόξου Μονῆς σου,

ἀποδιώξῃς τῆς ῎Αγαρ τὸ μίασμα,

καὶ αὖθις ὕμνοι τῷ Θεῷ,

καὶ φωναὶ ἀκουσθῶσιν αἰνέσεως;


Θεοτοκίον

᾿Ιάτρευσον, μητρικαῖς θωπείαις σου,

τῶν Ποντίων ψυχικὰς ἀλγηδόνας,

ὦ Σουμελᾶ, βασιλὶς καὶ Κυρία,

ἐπιστροφῆς ἐκπληροῦσα τὸ ὅραμα,

ἐν τόποις οἷς ἡ τοῦ Χριστοῦ,

᾿Εκκλησία μεγάλως δεδόξασται.


Διάσωσον, πληθὺς Ποντίων ῾Αγίων σὴν κληρουχίαν,

ἀπὸ πάσης ἐπιβουλῆς δεινῆς τοῦ ἀλάστορος,

καὶ δὸς πατρίδι σου εὐχαῖς, πάλιν ἐλευθερίαν.


῎Αχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως,

ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,

ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.


Κοντάκιον. ῏Ηχος β΄. Προστασία τῶν χριστιανῶν.

᾿Αποστόλων χορὸς θεῖοι Μάρτυρες,

῾Ιεράρχαι καὶ ῞Οσιοι ἅπαντες,

οἱ ἐν Πόντῳ, εὐαρεστήσαντες ἀρχῆθεν τῷ Χριστῷ,

φωνὴν ᾄρατε αὐτῷ, ὅπως ἐπίδῃ εὐμενῶς,

καὶ ταχέως χαρίσηται, αὖθις ἐλευθερίαν,

σκότος διώκων ῎Αγαρ, καὶ τοὺς κρυπτοὺς χριστιανούς,

σκέπῃ χάριτι τοῦ Πνεύματος.


Προκείμενον· Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ῾Αγίοις αὐτοῦ.

Στίχος· ῎ᾼσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

ΕΥΑΓΓΕΛΙΟΝ

᾿Εκ τοῦ κατὰ Λουκᾶν (κεφ. 9, 23 - 27).

Εἶπεν ὁ Κύριος· εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ᾿ ἡμέραν καὶ ἀκολουθείτω μοι. ῝Ος γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν. Τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς; ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ Πατρὸς καὶ τῶν ἁγίων ᾿Αγγέλων.

Δόξα.

Πάντων τῶν ἐν Πόντῳ, ῾Αγίων ἱκεσίαις,

ἐξάλειψον τὰ πλήθη, ᾿Ιησοῦ μου πταισμάτων.

Καὶ νῦν.

Σουμελιωτίσσης, πρεσβείαις ᾿Ελεῆμον,

ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. ᾿Ελέησόν με ὁ Θεός... καὶ τὸ στιχηρόν.

῏Ηχος πλ.β΄. ῞Ολην ἀποθέμενοι.

Πληθὺς θεοσύλλεκτε, Πάντων ῾Αγίων ἐν Πόντῳ, Φαραὼ ποντίσαντες, νοητὸν ἐστήσατε, Σταυροῦ τρόπαιον· καὶ πρὸς τὸν Παράδεισον, πόλεις καὶ χωρία, ὡδηγήσατε ἐκθρέψαντες, ταῦτα ὡς πρόβατα, τοῦ Χριστοῦ τοῖς θείοις διδάγμασι· καὶ νῦν ἰδοὺ ἐμβλέψατε, σκότος τὸ δεινὸν ἐπικάθηται, ἔνθα τοὺς ἀγῶνας, ὑμῶν ἐπετελέσατε καλῶς, ὅθεν εὐδίαν ποιήσατε, αὖθις ἐπευχόμενοι.


᾿Ωδὴ ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.

῾Ο χορὸς τῶν ῾Αγίων,

τῶν ἐν Πόντῳ ὦ Δέσποτα ἱκετεύει σε,

ὑπὲρ ἁγιασμάτων, καὶ θείων σκηνωμάτων,

ἃ δεινῶς ἐβεβήλωσαν,

οἱ τοῦ Σταυροῦ σου ἐχθροί,

ἡμισελήνου τέκνα.


῾Ιεράρχαι θεόπται,

Βασιλεῦ ᾿Αμασείας Βλάσιε ἔνδοξε,

Γρηγόριε τῆς Νύσσης, Χρυσόστομος ὁ ῥήτωρ,

καὶ κλεινὲ Θεοδόσιε, τῆς Τραπεζοῦντος ποιμήν,

Χριστὸν ἐκδυσωπεῖτε.


Τρισαρίθμους ῾Οσίους,

Σουμελᾶ θείους κτίτορας καὶ δομήτορας,

Σωφρόνιον Βαρνάβαν, Χριστόφορόν τε Λόγε,

πρεσβευτάς σοι προσάγομεν,

ὑπὲρ πιστοῦ σου λαοῦ,οἰκήσαντος τὸν Πόντον.


Θεοτοκίον

Οὐ θυμίαμα Μῆτερ,

οὐ θυσία ἀναίμακτος, νῦν προσφέρεται,

καὶ ὕμνοι ἀπρακτοῦσι, κοράκων κατοικούντων,

εἰς Μονήν σου περίβλεπτον,

ἧς ἀδοξίαν ταχύ, δὸς τέλος Θεοτόκε.


᾿Ωδὴ η΄. Τὸν Βασιλέα.

῾Υπὲρ τοῦ ῎Αβελ, τὸ ἀδικόχυτον αἷμα,

ἐκβοᾷ πρὸς Δεσπότην τῶν Ποντίων,

αἷμα τῶν σφαγέντων, ὑπὲρ ᾿Ορθοδοξίας.


Πατέρων πάντων, καὶ συγγενῶν ἀναπαύσαις,

τὰς ψυχὰς τῶν ἀδίκως φονευθέντων,

ἐν τῷ Πόντῳ Σῶτερ, πρεσβείαις σῶν ῾Αγίων.


῾Ο τῶν ἀκάκων, καὶ χριστοσφάκτων νηπίων,

θρῆνος φθάσαι εἰς ὦτά σου Οἰκτίρμον,

καὶ ἐξιλεώσαι, πατέρων ἁμαρτίας.


Θεοτοκίον

Ναὸν Βερμίου, Σουμελιώτισσα Κόρη,

ἔχεις θρόνον ἀντὶ τοῦ παλαιοῦ σου,

ἔνθα ἀναβλύζεις, πιστοῖς θαύματα πλεῖστα.


᾿Ωδὴ θ΄. Κυρίως Θεοτόκον.

Τὴν μόνιμον πατρίδα, ἀντὶ ἐπιγείου,

ἀπωλεσθείσης Ποντίοις δὸς Κύριε,

ἔνθα ὑπάρχει εἰρήνη, ἀδιατάρακτος.


῾Ο δῆμος τῶν ῾Αγίων, τῶν ἐν Πόντῳ Σῶτερ,

οἱ ἐπωνύμως γνωστοὶ καὶ ἀνώνυμοι,

ἐκδυσωποῦσιν ἀπαύστως, ὑπὲρ τῶν δούλων σου.


῾Υγίειαν καὶ εἰρήνην, χάρισαι πρεσβείαις,

τῶν προπατόρων οἳ δόξῃ ἐστέφθησαν,

τῆς ἁγιότητος Σῶτερ, Ποντίοις ἅπασι.


Θεοτοκίον

᾿Ανύμφευτε Παρθένε, Σουμελᾶ τὸ κλέος,

μέλι γλυκὺ τῆς ἀγάπης σου ἔκχεε,

τοῖς προσκυνοῦσι Ποντίοις, μορφήν σου πάντιμον.


εἶτα ἐπιψάλλομεν τό,

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

καὶ τὰ Μεγαλυνάρια

Χαίρετε ῾Αγίων ὁ μελισσών, οἱ τὸν Πόντον πάντα, ἁγιάσαντες θαυμαστῶς, ᾿Αποστόλων θεῖος, χορὸς ῾Ιεραρχῶν τε, Μάρτυρες ῞Οσιοί τε καὶ Νεομάρτυρες.

Προσφιλοῦς πατρίδος μακρὰν ἐσμέν, ῞Αγιοι τοῦ Πόντου, καὶ δεόμεθα ἐκτενῶς, ὅπως ταύτην πάλιν, οἰκήσωμεν εἰ θέλει, Χριστὸς ὁ περιέπων, δρακὶ τὰ σύμπαντα.

῏Ω Σουμελιώτισσα βασιλίς, Μονῆς Βαζελῶνος, τοῦ Κυρίου ὁ Βαπτιστής, Περιστερεώτα Γεώργιε προστάτα, ὑπὲρ Ποντίων σύντρεις, Χριστῷ πρεσβεύσατε.

Πᾶσαι τῶν ᾿Αγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τρισάγιον. Παναγία Τριάς. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν.

καὶ τὰ τροπάρια

Ἐλέησον ἡμᾶς, Κύριε ἐλέησον ἡμᾶς. Πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.

Δόξα Πατρί.

Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ'ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε. Ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσαιμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων. Σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἰς δὲ τὴν ἀπόλυσιν. Προσόμοιον.

῏Ηχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου σε νεκρόν.

῏Ω Σουμελιώτισσα ῾Αγνή, Κήρυκες Κυρίου οἱ θεῖοι, ῾Ιεραρχῶν ἡ πληθύς, Μάρτυρες πανένδοξοι, καὶ ἀσκηταὶ θαυμαστοί, οἱ ἐν Πόντῳ δοξάσαντες, Χριστὸν τὸν Δεσπότην, Τοῦτον ἱκετεύσατε ὑπὲρ τῶν τέκνων ὑμῶν, ὅπως, ἐν εἰρήνῃ βιοῦντες, καὶ ἐν ἁγιότητι τρόπων, Βασιλείας μέτοχοι γενώμεθα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου, φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Δι᾿ εὐχῶν.

Στίχοι ἱκετικοί

Πόντῳ εὐπλοήσατε οὐρανοῦ θείῳ

ἡμᾶς οἰακίζοντες, ῞Αγιοι Πόντου.


Αγία Αικατερίνη- Αιγάλεω
Διατηρούνται όλα τα δικαιώματα 2020
Υλοποιήθηκε από τη Webnode Cookies
Δημιουργήστε δωρεάν ιστοσελίδα! Αυτή η ιστοσελίδα δημιουργήθηκε με τη Webnode. Δημιουργήστε τη δική σας δωρεάν σήμερα! Ξεκινήστε